Add parallel Print Page Options

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, [a]πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν [b]ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος [c]πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς [d]ἕν, 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, [e]ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 [f]πάτερ, [g]ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν [h]δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25 [i]Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πάτερ WH NIV RP ] πατὴρ Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 ἡμῖν WH Treg NIV ] + ἓν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πιστεύῃ WH Treg NIV ] πιστεύσῃ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:22 ἕν WH Treg NIV ] + ἐσμεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:23 ἵνα WH Treg NIV ] καὶ ἵνα RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 πάτερ WH NIV RP ] Πατήρ Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 WH Treg NIV ] οὕς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 δέδωκάς WH Treg NIV ] ἔδωκάς RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:25 Πάτερ WH NIV RP ] Πατὴρ Treg